ΘΕΟΛΟΓΟΙ ΤΟΥ ΜΑΥΡΟΠΙΝΑΚΑ


ΓΙΑΤΙ ΘΕΟΛΟΓΙΑ ΣΗΜΑΙΝΕΙ ΔΙΑΛΟΓΟΣ



Αναζήτηση αυτού του ιστολογίου

Τρίτη, 29 Ιανουαρίου 2013

Αποσσπάσματα από τα Acta Sanctorum για τους Τρεις Ιεράρχες

Βασιλείου ἀρχιεπισκόπου [43] Καισαρείας. Οὗτος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Οὐάλεντος, πρὸς ὃν καὶ ὑπὲρ τῆς ὀρθοδόξου ἐπαρρησιάσατο [44] πίστεως, τοῦ βασιλέως τὰἈρείου τοῦ ματαιόφρονος φρονοῦντος. Ἦν δὲ ἀπὸ μὲν πατρὸς λεγομένου [45] Βασιλείου ἐκ Πόντου, ἀπὸ δὲ μητρὸς Ἐμμελίας [Ἐμμελείας Cd.] καλουμένης ἐκ Καππαδοκίας· ἐνδὲ σοφίᾳ καὶ [46] γνώσει πάντας τοὺς παλαιοὺς ἐνίκησεν, καὶ διὰ πάσης ἐλθὼν παιδεύσεως, ἐν ἑκάστῃ τὸ κράτος [47] ἐκτήσατο. Ἐξαιρέτως δὲ τὴν διὰ πράξεως φιλοσοφίανἐξήσκησεν καὶ διὰ ταύτης τὴν τῶν ὄντων [48] γνῶσιν μαθὼν ἐπὶ τὸν ἀρχιερατικὸν τῆς Καισαρείας θρόνον ἀνήχθη, ἔνθα δὴ πολλοὺς ἀγῶνας ὑπὲρ τῆς

[Page 365]

[38] ὀρθοδόξου πίστεως ὑπομείνας, καὶ σταθερῷ καὶ ἀτρέπτῳ τοῦ φρονήματος καὶ βασιλεῖς καὶ ὑπάρχους [39] καταπλήξας, καὶ λόγους συγγραψάμενος, ιδ᾽ ὧν τὰ τῶναἱρετικῶν ἐνέφραξε στόματα, καὶ διὰ πάσης [40] ἀρετῆς τὴν τοῦ Χριστοῦ ποίμνην ὁδηγήσας καὶ μυρία θαύματα ἐργασάμενος πρὸς Κύριον ἐξεδήμησεν. 



Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ἀρχιεπισκόπου [12] Κωνσταντινουπόλεως [ἀρχιεπισκόπου Κπόλεως om. Sa.] Γρηγορίου τοῦ [13] θεολόγου. Οὗτος  τρισμακάριος καὶμέγας Γρηγόριος [14] ὁ θεολόγος [θεολόγος Γρηγόριος Sa.] ὑπῆρχεν ἐπὶ τῆς βασιλείας [15] Ἰουλιανοῦ τοῦ παραβάτου καὶ Οὐάλεντος.  [τούτω Sa.] [16] πατρὶς μὲν ἦν  δευτέρατῶν Καππαδοκῶν ἤγουν [17] ἡ ἐπίγειος, οὐράνιος δὲ  ἄνω Ἱερουσαλήμ· πατέρες [18] δὲ αὐτῷ εὐπατρίδαι τε καὶ δίκαιοι, Γρηγόριος [19] καὶ Νόννα, οἳ τὰ εἴδωλα πρότερον δι᾽ἄγνοιαν [20] ἐσέβοντο. Γεννήσαντες δὲ τὸν ἄγιον Γρηγόριον, [21] ὑπὸ τοῦ ἁγίου Πνεύματος [πατρὸς τοῦδε Sa.] δι᾽ ὕδατος καὶ πνεύματος [22] ἀνεγεννήθησαν, καὶ γνήσιος μύστηςκαὶ [23] ἀρχιερεὺς Ναζιανζοῦ  πατὴρ τοῦ ἁγίου καθίσταται. [24] Ἀναχθεὶς δὲ  μέγας Γρηγόριος καὶ εἰς μέτρον [25] ἡλικίας ἰὼν καὶ πᾶσαν τὴν ἐγκύκλιον παίδευσιν, [26] ὡς οὐχἕτερος, μετελθὼν ἐξηγητὴς καὶ διδάσκαλος [27] τοῦ κατ᾽ αὐτὸν γεγένηται βίου. Ἐν οἷς τὸν μέγαν [μέγα S.] [28] Βασίλειον καὶ Γρηγόριον τὸν πατέρα καὶ τὸν ἀδελφὸν[29] Καισάριον καὶ Γοργονίαν τὴν ἀδελφὴν λόγοις [30] ἐπιταφίοις τιμᾷ· ὅθεν οἱ περὶ αὐτοῦ τι συγγράψαντες

[Page 422]

[11] οὐκ ἄλλοθεν, ἀλλ᾽ ἐκ τῶν αὐτοῦ λόγων [12] ἔλαβον ὧν [ Sa.] εἶπον τὰς ἀφορμάς[f. 143v.] Τοσοῦτον οὔν [13] μόνον εἰπεῖν ἀναγκαῖον [ἀναγκαῖος Sa.] ὅτι, εἰ ἔδει γενέσθαι ἐν[14] ἀνθρώποις εἰκόνα τινὰ καὶ στήλην κατὰ μέρος ἐκ [15] πασῶν συγκειμένην τῶν ἀρετῶν, τοῦτο ἦν  [16] μέγας Γρηγόριος. Βίου γὰρ λαμπρότητι [Sa, λαμπρότητα S.] τοὺς κατὰ[17] πρᾶξιν εὐδοκίμους ὑπερβαλὼν [ὑπὲρ βαλλὼν S.] ἐπὶ τοσοῦτον [18] εἰς [om. Sa.] θεωρίαν [θεωρίας Sa.] προήχθη, ὡς παντας ἡττᾶσθαι τῆς [19] σοφίας αὐτοῦ τῆς τε ἐν λόγοιςτῆς τε ἐν δόγμασι· [20] ὅθεν καὶ τὴν θεολόγος προσηγορίαν ἐκτήσατο. [21] Μετετέθη δὲ τὸ ἅγιον αὐτοῦ λείψανον ἐκ Καππαδοκίας [22] ἐπι τὴν Κωνσταντινούπολιν παρὰΚωνσταντίνου [23] τοῦ φιλοχρίστου βασιλέως τοῦ πορφυρογεννήτου, [24] καὶ κατετέθη ἐν τῷ ναῷ τῶν ἁγίων [25] καὶ πανευφήμων ἀποστόλων, ἔνθα καὶ  σύναξις [26] αὐτοῦἐπιτελεῖται. Οὗτος  ἅγιος πατριαρχεῖον [27] ὁρίζει [ὁρίζει πατριαρχεῖον Sa.] εἶναι τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως, [28] ἧς καὶ προέστη ἔτη δώδεκα μέχρι τῆς δευτέρας[29] συνόδου, καὶ δευτέραν εἶναι τῆς πρεσβυτέρας [30] Ῥώμης ταύτην διεκελεύσατο. Ἦν δὲ κατὰ τὸν

[Page 423]

[1] τύπον τοῦ σώματος τὴν ἡλικίαν μέτριος, ὕπωχρος [2] βραχὺ μετὰ τοῦ χαρίεντος, σιμός, ἐπ᾽ εὐθείας τὰς [3] ὀφρῦς, ἥμερον βλέπων καὶ προσηνές, θάτερον τῶν[4] ὀφθαλμῶν, ὃς ἦν δεξιός, στυγνότερος, ὃν καὶ [5] οὐλὴ [οὐλὴν Sa.] κατὰ τὸν κανθὸν [καθὸν Sa.] συνῆγε, τὸν πώγωνα [6] οὐ βαθύς, δασὺς δὲ ἱκανῶς, φαλακρός, λευκὸς [7] ταῖςθριξί, τὰ ἄκρα τῆς γενειάδος [γενειάδας S.] ὥσπερ κεκαπνισμένα [8] ὑποφαίνων. Τελεῖται δὲ  αὐτοῦ σύναξις [9] καὶ ἐν τῇ ἁγιωτάτῃ [om. Sa.] μεγάλῃ ἐκκλησίᾳ καὶ ἐν τῷ[10] μαρτυρείῳ τῆς ἁγίας Ἀναστασίας, ἐν τοῖς Δομνίνου [11] ἐμβόλοις.



 Γρηγορίου τοῦ θεολόγου. Οὗτοςγέγονεν ἐκ τῆς χώρας τῶν Καππαδοκῶν, πόλεως [52] Ναζιανζοῦ, υἱὸς Γρηγορίου καὶ Νόννας, ἐπὶ τῆς βασιλείας Κωνσταντίου υἱοῦ Κωνσταντίνου τοῦ [53] μεγάλου· καὶδιήρκεσε μέχρι τῆς βασιλείας Θεοδοσίου τοῦ μεγάλου. Οὗτος γεννηθεὶς ἐξ ἀποκαλύψεως [54] καὶ αὐξηθείς, διὰ λόγων ἐπιθυμίαν καὶ γνώσεως πρῶτον μὲν παρεγένετο εἰςΚαισάρειαν· καὶ μαθὼν [55] ἱκανῶς ἀπῆλθεν εἰς Ἀλεξάνδρειαν, εἶτα πλέων ἐπὶ Ἀθήνας. Καὶ κλύδωνος μεγάλου γενομένου, [56] ὑπέσχετο τῷ Θεῷ, εἰ διασωθείη, τοῦβαπτισθῆναι·  καὶ ἐποίησε. Μανθάνοντος δὲ αὐτοῦ παρεγένετο [57] καὶ  μέγας Βασίλειος· καὶ συνηγωνίζοντο ἀμφότεροι εἴς τε ἀρετὴν καὶ μαθήματα· εἶτα ὑπέστρεψαν εἰς[58] τὴν οἰκείαν πατρίδα. Καὶ  μὲν ἅγιος Βασίλειος γέγονεν ἐπίσκοπος Καισαρείας,  δὲ θεολόγος ἐπίσκοπος

[Page 423]

[41] Σασίμων [Σασήμων Cd.] Εἶτα τοῦ πατρὸς γηράσαντος, ἐδίδασκεν ἀντ᾽ ἐκείνου εἰς Ναζιανζόν· εἶτα διὰ τὴν τῶν [42] Ἀρειανῶν αἵρεσιν ἠναγκάσθη ἐλθεῖν εἰς τὸ Βυζάντιον. Καὶεὑρὼν τὴν πόλιν ὅλην ἀρειανίζουσαν. [43] πλὴν ἀνδρῶν ὀρθοδόξων δεκατεσσάρων, τοσοῦτον ἠγωνίσατο λογογραφῶν τὴν εὐσέβειαν, ὥστε καὶ [44] πατριάρχηςπροχειρισθῆναι παρὰ τοῦ μεγάλου Θεοδοσίου. Ἐπεὶ δέ τινες τῶν ἐπισκόπων κατεγόγγυσαν [45] αὐτοῦ διὰ φθόνον, μηδὲν μελλήσας συνταξάμενος καὶ καταλιπὼν τὴνπρόσκαιρον δόξαν, ἀπελθὼν ἐν [46] ἰδίῳ κτήματι, Ἀριανζῷ λεγομένῳ, ἡσύχαζεν ἀρετῆς ἐπιμελούμενος, ἧς οὐδέποτε ἀφιστατο, καὶ λόγους [47] θεολογίας συγγραφῶν, δι᾽ ὧνκαὶ τὴν θεολόγου προσηγορίαν ἐκτήσατο. Οὕτω δὲ διατελῶν ἐν βαθυτάτῳ [48] γήρᾳ πρὸς Κύριον ἐξεδήμησεν, ἐπανακομισθέντος τοῦ τιμίου αὐτοῦ λειψάνου καὶ τεθέντος ἐν[49] τοῖς ἁγίοις Ἀποστόλοις παρὰ Κωνσταντίνου τοῦ ἀοιδίμου καὶ φιλοχρίστου βασιλέως τοῦ Πορψυρογεννήτου.



Τῶν ἁγίων [40] μαρτύρων Πολυχρονίου, Βαρδανίου καὶ Ἑρμογένους. — Da : 1 (= F). 2.3. — Db : 1.2.3. — F : 1 : [41]Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. Οὗτος  μακάριος καὶ θεῖος [42] ἱεράρχης διὰ τὸ καθαρὸν τοῦ βίου καὶ τοῦ μὴ ὑπερορᾶν τὸ δίκαιον μηδὲαὐτοὺς βασιλεῖς ἀδικοῦντας [43] ὑπερορίζεται. Καὶ πρῶτα μὲν εἰς Κουκουσὸν [Κουκουσσών F.] πολίχνιόν τι σαπρόν, εἶτα εἰς Ἀραβισσόν, εἶτα εἰς [44] Πιτυοῦντα, χωρία οὐ μόνονἔρημα καὶ τῶν ἀναγκαίων ὄντα ἐπιδεῆ, ἀλλὰ καὶ ὑπὸ τῶν γειτονούντων [45] Ἰσαύρων πολιορκούμενα. Ἐν τούτοις τοῖς τόποις γενόμενος καὶ πολλοὺς πρὸς θεογνωσίανἐπιστρέψας [46] καὶ πάμπολλα θαύματα κατεργασάμενος, μεθίσταται τοῦ βίου, Πέτρου καὶ Ἰωάννου τῶν ἀποστόλων τῷ [47] μεγάλῳ ἐπιστάντων Ἰωάννῃ καὶ τὴν πρὸς τὰποθούμενα ἐνδημίαν αὐτῷ ἐκκαλουμένων. Ἀλλὰ καὶ Βασιλίσκος [48] καὶ Λουκιανὸς οἱ θεῖοι μάρτυρες ἐπιστάντες τὴν μεθ᾽ ἑαυτῶν μετάθεσιν μηνύουσιν· καὶ κατατίθεται [49] ἐνΚομάνοις. Ἐπεὶ δὲ τὰ τοῦ φθόνου νέφη διεσκέδαστο, Πρόκλου τὴν ἀρχιερωσύνην δεξαμένου [50] καὶ Θεοδοσίου υἱοῦ Ἀρκαδίου τὴν βασιλείαν ὑποζωσαμένου, ἀνακομίζεταιτὸ ὑπὲρ χρυσίον καὶ λίθων [51] τιμίων πολὺ τιμιώτερον σῶμα τοῦ παμμάκαρος Ἰωάννου καὶ τοῖς ποθοῦσιν ἀποκαθίσταται. Μεθ᾽ ὅσης [52] τῆς ἡδονῆς  τε βασιλεὺς καὶ  ἱερὰσύγκλητος καὶ τὸ περίλοιπον τοῦ πλήθους τὴν τούτου παρουσίαν [53] ὑπεδέξαντο, μαρτυρεῖ καὶ  διαπόντιος αὐτῶν ἀπαντὴ καὶ  τῆς νυκτὸς ἐκείνης ὑμνῳδία καὶλαμπροφορία [54] καὶ  λοιπὴ πνευματικὴ ἀγαλλίασις. Τῆς τιμίας τοίνυν σοροῦ εἰς τὸν ναὸν τῆς ἁγίας Εἰρήνης [55] ἐνεχθείσης καὶ τοῦ ἁγίου σώματος ἐκείνου ἐπὶ τοῦ θρόνουτεθέντος, τὸ πλῆθος τοῦ ναοῦ ἐβόησεν· 

Ἀπόλαβέ σου τὸν θρόνον, ἅγιε. Ἔπειτα βασιλικῷ ὀχήματι  τιμία σορὸς ἐποχουμένη πρὸς τὸν [33] περιώνυμον φέρεται τῶν ἀποστόλων ναόν, ἔνθα δὴκαὶ καταλαβόντες  μὲν ἅγιος εἰς τὴν ἱερὰν καθέδραν [34] ἀνενεχθεὶς καὶ τῷ θείῳ θρόνῳ ἐνιδρυθεὶς καὶ μυστικῶς τὰ μεμυκότα χείλη κινήσας καὶ εἰρήνην [35] ἐπειπὼν τῷποιμνίῳ τῇ ἑτοιμασθείσῃ σορῷ ἐναπετέθη, ἤτις καὶ ὑπὸ γῆν κέκρυπται κάτωθεν τῆς ἁγίας [36] τραπέζης. Τῆς ἱερᾶς δὲ καὶ θείας μυσταγωγίας τελεσθείσης, θαυμἀσια μεγάλαἐτελοῦντο. Ἀνὴρ γάρ τις [37] νόσῳ χαλεπωτάτῃ κατεχόμενος καὶ  χρόνος αὐτῷ τῆς ἀρρωστίας πολὺς καὶ  νόσος ἄρθρησις καὶ τὸ [38] πάθος ἀκινησία καὶ σώματος ὅλουπάρεσις καὶ πᾶσαν ἰατρῶν ἀπέγνωστο θεραπεία. Οὗτος ἅμα τῷ [39] ψαῦσαι τῆς σοροῦ καὶ τοῦ πάθους εὐθὺς ἀπολύεται καὶ τοιαύτην παρὰ νεκροῦ σώματος δέχεται χάριν,[40] ὡς καὶ κινεῖσθαι καὶ ἐργάζεσθαι καὶ τελείαν ἀπολαβεῖν τὴν ὑγίειαν καὶ εὐχαριστεῖν τῷ Θεῷ τῷ ἁγίῳ. [41] Οὗτως οἶδεν Θεὸς τοὺς δοξάζοντας αὐτὸν ἀντιδοξάζειν..

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου