Dec. 6.
Sa: 1. — Sb: 1. — H: — P: 1. — Da: 2 (= Ba). — Db: 1. — F: [47] 1 (= Ba). — Fa: 1. — B: 1. — Ba: 1: Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας. Οὗτος ὑπῆρχεν [48] ἐν τοῖς χρόνοις Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν τυράννων, πρότερον τῇ μοναδικῇ πολιτείᾳ διαπρέψας [49] καὶ δι᾽ ὑπερβάλλουσαν ἀρετὴν τὴν ἀρχιερωσύνην δεξάμενος. Ἐπεὶ δὲ τὰ χριστιανῶν ἦν πρεσβεύων καὶ [50] τὴν εὐσέβειαν κηρύττων ἐλευθέπᾳ φωνῇ, συλλαμβάνεται ὑπὸ τῶν τὰ πρῶτα φερόντων τῆς πόλεως· καὶ [51] πληγαῖς καὶ στρεβλώσεσι παρ᾽ αὐτῶν ὑποβληθείς, τῇ εἱρκτῇ ἐναπορρίπτεται μετὰ τῶν ἄλλων χριστιανῶν. [52] Τοῦ δὲ μεγάλου καὶ εὐσεβοῦς Κωνσταντίνου τὴν βασιλείαν τῶν Ῥωμαίων ψήφῳ Θεοῦ ὑποζωσαμένου, [53] ἀφίενται οἱ κατάκλειστοι τῶν δεσμῶν· μεθ᾽ ὧν καὶ ὁ μέγας Νικόλαος ἀφεθεὶς τὰ Μύρα κατέλαβεν. [54] Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ ἡ ἐν Νικαίᾳ σύνοδος συναθροίζεται ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου· ἧς μέρος
[Page 283]
[29] καὶ ὁ θαυμαστὸς Νικόλαος γίνεται. Οὗτος μὲν πολλὰ καὶ ἄλλα ἐποίησε θαύματα, ὡς ἡ κατ᾽ αὐτὸν [30] ἱστορὶα δηλοῖ. Διέσωσε δὲ καὶ συκοφαντηθέντας ἄνδρας τρεῖς καὶ ἀδίκως μέλλοντας ἐξελθεῖν τῆς [31] ζωῆς. Ὡς γὰρ τὸν ἐνστάντα καιρὸν 〈καθ᾽ ὃν [om. Ba.] 〉 ἔμελλον [ἔμβαλλον Ba.] ἀποτέμνεσθαι ἐν φυλακῇ ὄντες ἔμαθον, τὸν [32] ἅγιον εἰς βοήθειαν ἐπεκαλέσαντο, ὑπομνήσαντες αὐτὸν τοιαύτας εὐεργεσίας, ἅς ἐποίησε τρεῖς ἄνδρας ἐν [33] τῇ Λυκίᾳ ἀναιρεῖσθαι μέλλοντας διασώσας [διασώσαντα Ba.] . Ὀπτάνεται οὖν ὁ ἅγιος ὄναρ τῷ βασιλεῖ καὶ τῷ ὑπάρχῳ, [34] τῷ μὲν ὑπάρχῳ ἐπιτιμῶν διὰ τὴν εἰς τοὺς ἄνδρας πρὸς τὸν βασιλέα διαβολήν, τὸν δὲ βασιλέα διδάσκων [35] ὡς ἀνεύθυνοί εἰσιν καὶ διὰ φθόνον αὐτῷ τῆς καθοσώσεως ἐγκλήματι ὑπεβλήθησαν. Ὅθεν αὐτοὺς [36] λυτροῦται τῆς ἐπικειμένης ἀνάγκης· καὶ ἕτερα πλεῖστα τεράστια ἐκτελέσας καὶ ἱερῶς τὸν ὀρθόδοξον [37] ποιμάνας λαὸν καὶ εἰς βαθὺ γῆρας ἐληλακὼς πρὸς Κύριον ἐξεδήμησεν, οὐδὲ μετά τέλος τοῦ ποιμνίου [38] ἐπιλαθόμενος ἀλλὰ καὶ καθ ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν καὶ ὥραν τὰς εὐργεσίας αὐτοῦ τοῖς δεομένοις [39] ἐπιδαψιλευόμενος. — Bb: 1. — T: 1. — L: 1. — Q: 1.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου